Pages

Pages

December 15, 2019

Eleventh Sunday of Luke: Gospel Reading


Eleventh Sunday of Luke

Gospel According to Luke 14:16-24

Parable of the Great Banquet

English

The Lord said this parable: "A man once gave a great banquet, and invited many; and at the time of the banquet he sent his servant to say to those who had been invited, 'Come; for all is now ready.' But they all alike began to make excuses. The first said to him, 'I have bought a field, and I go out and see it; I pray you, have me excused.' And another said, 'I have bought five yoke of oxen, and I must go to examine them; I pray you, have me excused.' And another said, 'I have married a wife, and therefore I cannot come.' So the servant came and reported this to his master. Then the householder in anger said to his servant, 'Go out quickly to the streets and lanes of the city, and bring in the poor and maimed and blind and lame.' And the servant said, 'Sir, what you commanded has been done, and there is still room.' And the master said to the servant, 'Go out to the highways and hedges, and compel people to come in, that my house may be filled. For I tell you, none of those men who were invited shall taste my banquet. For many are called, but few are chosen.'"

Greek

Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοί γὰρ εἰσιν κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.