Pages

Pages

January 6, 2020

Theophany of our Lord: Epistle and Gospel Reading


Theophany of our Lord and Savior Jesus Christ

Matins Gospel Reading

Gospel According to Mark 1:9-11

English

At that time, Jesus came from Nazareth of Galilee and was baptized by John in the Jordan. And when he came up out of the water, immediately he saw the heavens opened and the Spirit descending upon him like a dove; and a voice came from heaven, "You are my beloved Son; with you I am well pleased."

Greek

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα.

 Epistle Reading

Prokeimenon. Mode 4.
Psalm 117.26,1
Blessed is he who comes in the name of the Lord.
Verse: Give thanks to the Lord, for He is good. His mercy endures forever.

St. Paul's Letter to Titus 2:11-14; 3:4-7

English

Titus, my son, the grace of God has appeared for the salvation of all men, training us to renounce irreligion and worldly passions, and to live sober, upright, and godly lives in this world, awaiting our blessed hope, the appearing of the glory of the great God and Savior Jesus Christ, who gave himself for us to redeem us from all iniquity and to purify for himself a people of his own who are zealous for good deeds. But when the goodness and loving kindness of God our Savior appeared, he saved us, not because of deeds done by us in righteousness, but in virtue of his own mercy, by the washing of regeneration and renewal in the Holy Spirit, which he poured out upon us richly through Jesus Christ our Savior, so that we might be justified by his grace and become heirs in hope of eternal life.

Προκείμενον. Ήχος δ'.
ΨΑΛΜΟΙ 117.26,1
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Πρὸς Τίτον 2:11-14, 3:4-7 τὸ ἀνάγνωσμα

Greek

Τέκνον Τίτε, ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Οτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ῾Αγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ ᾿Ιησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.

Gospel Reading

Gospel According to Matthew 3:13-17

English

At that time, Jesus came from Galilee to the Jordan to John, to be baptized by him. John would have prevented him, saying, "I need to be baptized by you, and do you come to me?" But Jesus answered him, "Let it be so now; for thus it is fitting for us to fulfill all righteousness." Then he consented. And when Jesus was baptized, he went up immediately from the water, and behold, the heavens were opened and he saw the Spirit of God descending like a dove, and alighting on him; and lo, a voice from heaven, saying, "This is my beloved Son, with whom I am well pleased."

Greek

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ ᾿Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾿Ιορδάνην πρὸς τὸν ᾿Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. ὁ δὲ ᾿Ιωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ ᾿Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.