Pages

Pages

April 24, 2020

Bright Friday - Theotokos of the Life-Giving Spring: Epistle and Gospel Reading


Bright Friday
Theotokos of the Life-Giving Spring

 Epistle Reading

Prokeimenon. Mode 4.
Psalm 103.24,1
O Lord, how manifold are your works. You have made all things in wisdom.
Verse: Bless the Lord, O my soul.

The reading is from Acts of the Apostles 3:1-8

English

In those days, Peter and John were going up to the temple at the hour of prayer, the ninth hour. And a man lame from birth was being carried, whom they laid daily at the gate of the temple which is called Beautiful to ask alms of those who entered the temple. Seeing Peter and John about to go into the temple, he asked for alms. And Peter directed his gaze at him, with John, and said, "Look at us." And he fixed his attention upon them, expecting to receive something from them. But Peter said, "I have no silver and gold, but I give you what I have; in the name of Jesus Christ of Nazareth, walk." And he took him by the right hand and raised him up; and immediately his feet and ankles were made strong. And leaping up he stood and walked and entered the temple with them, walking and leaping and praising God.

Προκείμενον. Ήχος δ'.
ΨΑΛΜΟΙ 103.24,1
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

Πράξεις Ἀποστόλων 3:1-8 τὸ ἀνάγνωσμα

Greek

Ἐν ταῖς ἡμεραῖς ἐκείναις, Πέτρος καὶ ᾿Ιωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· ὃς ἰδὼν Πέτρον καὶ ᾿Ιωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ ᾿Ιωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.

Gospel Reading

Gospel According to John 2:12-22

English

At that time, Jesus came to Capernaum with his mother and his brothers and his disciples; and there they stayed for a few days.

The Passover of the Jews was at hand, and Jesus went up to Jerusalem. In the temple he found those who were selling oxen and sheep and pigeons, and the money-changers at their business. And making a whip of cords, he drove them all, with the sheep and oxen, out of the temple; and he poured out the coins of the money-changers and overturned their tables. And he told those who sold the pigeons, "Take these things away; you shall not make my Father's house a house of trade." His disciples remembered that it was written, "Zeal for your house will consume me." The Jews then said to him, "What sign have you to show us for doing this?" Jesus answered them, "Destroy this temple, and in three days I will raise it up." The Jews then said, "It has taken forty-six years to build this temple, and will you raise it up in three days?" But he spoke of the temple of his body. When therefore he was raised from the dead, his disciples remembered that he had said this; and they believed the scripture and the word which Jesus had spoken.

Greek

Τῷ καιρῷ ἐκείνῳ, κατέβη ό Ἰησοῦς εἰς Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.» Ἀπεκρίθησαν οὖν οἱ ᾿Ιουδαῖοι καὶ εἶπον αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.