Pages

Pages

May 29, 2020

Sixth Friday after Pascha: Epistle and Gospel Reading


 Epistle Reading

Prokeimenon. Grave Mode.
Psalm 98.9,1
Exalt the Lord our God.
Verse: The Lord reigns; let the people tremble.

The reading is from Acts of the Apostles 19:1-8

English

In those days, while Apollos was at Corinth, Paul passed through the upper country and came to Ephesus. There he found some disciples. And he said to them, "Did you receive the Holy Spirit when you believed?" And they said, "No, we have never even heard that there is a Holy Spirit." And he said, "Into what then were you baptized?" They said, "Into John's baptism." And Paul said, "John baptized with the baptism of repentance, telling the people to believe in the one who was to come after him, that is, Jesus." On hearing this, they were baptized in the name of the Lord Jesus. And when Paul had laid his hands upon them, the Holy Spirit came on them; and they spoke with tongues and prophesied. There were about twelve of them in all. And he entered the synagogue and for three months spoke boldly, arguing and pleading about the kingdom of God.

Προκείμενον. Ήχος βαρύς.
ΨΑΛΜΟΙ 98.9,1
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

Πράξεις Ἀποστόλων 19:1-8 τὸ ἀνάγνωσμα

Greek

Ἐν ταῖς ἡμεραῖς ἐκείναις, ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητὰς εἶπεν πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπονN πρὸς αὐτόν, Ἀλλʼ οὐδὲN εἰ πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέν τε πρὸς αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον, Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπεν δὲ Παῦλος, Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.

Gospel Reading

Gospel According to John 14:1-11

English

The Lord said to his disciples, "Let not your hearts be troubled; believe in God, believe also in me. In my Father's house there are many rooms; if it were not so, would I have told you that I go to prepare a place for you? And when I go and prepare a place for you, I will come again and will take you to myself, that where I am you may be also. And you know the way where I am going." Thomas said to him, "Lord, we do not know where you are going; how can we know the way?" Jesus said to him, "I am the way, and the truth, and the life; no one comes to the Father, but by me. If you had known me, you would have known my Father also; henceforth you know him and have seen him." Philip said to him, "Lord, show us the Father, and we shall be satisfied." Jesus said to him, "Have I been with you so long, and yet you do not know me, Philip? He who has seen me has seen the Father; how can you say, 'Show us the Father?' Do you not believe that I am in the Father and the Father in me? The words that I say to you I do not speak on my own authority; but the Father who dwells in me does his works. Believe me that I am in the Father and the Father in me."

Greek

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ. εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.