Seventeenth Sunday of Matthew
Sunday of the Canaanite Woman
Gospel According to Matthew 15:21-28
English
At that time, Jesus went to the district of Tyre and Sidon. And behold, a
Canaanite woman from that region came out and cried, "Have mercy on me,
O Lord, Son of David; my daughter is severely possessed by a demon."
But he did not answer her a word. And his disciples came and begged him,
saying, "Send her away, for she is crying after us." He answered, "I
was sent only to the lost sheep of the house of Israel." But she came
and knelt before him, saying, "Lord, help me." And he answered, "It is
not fair to take the children's bread and throw it to the dogs." She
said, "Yes, Lord, yet even the dogs eat the crumbs that fall from their
master's table." Then Jesus answered her, "O woman, great is your faith!
Be it done for you as you desire." And her daughter was healed
instantly.
Τῷ καιρῷ ἐκείνῳ, ἐξελθὼν ἐκεῖθεν ὁ ᾿Ιησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου
καὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα
ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου
κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ
μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν
ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ
ἀπολωλότα οἴκου ᾿Ισραήλ. ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε,
βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν
τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ
κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων
αὐτῶν. τότε ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ
πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας
ἐκείνης.